Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.16 Dem. 30.20 (English) >>Dem. 30.23

30.18ἀνάγνωθι δὲ καὶ ταύτην τὴν μαρτυρίαν.Μαρτυρία

δῆλον μὲν τοίνυν καὶ ἐκ τῶν μεμαρτυρημένων, ὅτι τὴν προῖκʼ οὐ δόντες, ἀλλʼ ἐπὶ τῷ διασῴζειν Ἀφόβῳ τὴν οὐσίαν ταῦτα τολμῶσι πράττειν. οἳ γὰρ ἐν τοσούτῳ χρόνῳ καὶ ὀφειλῆσαι καὶ ἀποδοῦναι καὶ τὴν γυναῖκʼ ἀπολιπεῖν καὶ οὐ κομίσασθαι καὶ τὸ χωρίον ἀποτιμήσασθαί φασιν, πῶς οὐ φανερὸν ὅτι προστάντες τοῦ πράγματος τὰ γνωσθένθʼ ὑφʼ ὑμῶν ἀποστερῆσαί με ζητοῦσιν; 30.19ὡς δὲ καὶ ἐξ ὧν αὐτὸς οὗτος καὶ Τιμοκράτης καὶ Ἄφοβος ἀπεκρίναντο, οὐχ οἷόν τʼ ἀποδεδόσθαι τὴν προῖκα, ταῦτʼ ἤδη πειράσομαι διδάσκειν ὑμᾶς. ἐγὼ γάρ, ἄνδρες δικασταί, τούτων ἕκαστον ἠρόμην πολλῶν ἐναντίον μαρτύρων, Ὀνήτορα μὲν καὶ Τιμοκράτην, εἴ τινες εἶεν μάρτυρες ὧν ἐναντίον τὴν προῖκʼ ἀπέδοσαν, αὐτὸν δʼ Ἄφοβον, εἴ τινες παρῆσαν ὅτʼ ἀπελάμβανεν. 30.20καί μοι πάντες ἀπεκρίναντο καθʼ ἕκαστον, ὅτι οὐδεὶς μάρτυς παρείη, κομίζοιτο δὲ λαμβάνων καθʼ ὁποσονοῦν δέοιτʼ Ἄφοβος παρʼ αὐτῶν. καίτοι τῷ τοῦθʼ ὑμῶν πιστόν, ὡς ταλάντου τῆς προικὸς οὔσης ἄνευ μαρτύρων Ὀνήτωρ καὶ Τιμοκράτης Ἀφόβῳ τοσοῦτον ἀργύριον ἐνεχείρισαν; μὴ ὅτι τοῦτον τὸν τρόπον, ἀλλʼ οὐδὲ μετὰ πολλῶν μαρτύρων ἀποδιδοὺς εἰκῇ τις ἂν ἐπίστευσεν, ἵνʼ εἴ τις γίγνοιτο διαφορά, κομίσασθαι ῥᾳδίως παρʼ ὑμῖν δύνηται.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.16 Dem. 30.20 (English) >>Dem. 30.23

Powered by PhiloLogic